Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 19.39 | Dem. 19.42 (English) | >>Dem. 19.44 |
19.40μεμαρτύρηται δὲ δήπουθεν ὑμῖν ἐν τῷ δήμῳ πολλάκις , ὡς ἐγὼ τάλαντον ἔχων ἐπʼ αὐτοὺς ᾠχόμην , καὶ νῦν δὲ μαρτυρηθήσεται · διὸ καὶ τὴν ἐμὴν φιλοτιμίαν οὗτος ἀφαιρούμενος τοῦτʼ ἔπεισεν ἐκεῖνον ἐγγράψαι . ὃ τοίνυν μέγιστον ἁπάντων · ὁ γὰρ εἰς τὴν προτέραν γράψας ἐπιστολήν , ἣν ἠνέγκαμεν ἡμεῖς , ὅτι “ἔγραφον δʼ ἂν καὶ διαρρήδην ἡλίχʼ ὑμᾶς εὖ ποιήσω , εἰ εὖ ᾔδειν καὶ τὴν συμμαχίαν μοι γενησομένην ,” γεγονυίας τῆς συμμαχίας οὔ φησιν εἰδέναι τί ἂν ποιῶν χαρίσαιτο , οὐδʼ ὃ αὐτὸς ὑπέσχετο · τοῦτο γὰρ ᾔδει δηλονότι , εἴπερ μὴ ἐφενάκιζεν . ἀλλὰ μὴν ὅτι ταῦθʼ οὕτω τότʼ ἔγραψε , λέγε μοι λαβὼν ἐκ τῆς προτέρας ἐπιστολῆς αὐτὸ τοῦτο , ἐνθένδε .λέγε .οὐκοῦν πρὶν μὲν εἰρήνης τυχεῖν , εἰ καὶ συμμαχία προσγένοιτʼ αὐτῷ , γράψειν ὡμολόγει ἡλίκα τὴν πόλιν εὖ ποιήσει · ἐπειδὴ δʼ ἀμφότερʼ αὐτῷ γέγονεν , οὐκ εἰδέναι φησὶ τί ἂν ποιῶν χαρίσαιτο , ἂν δʼ ὑμεῖς λέγητε , ποιήσειν ὃ μήτʼ αἰσχύνην μήτʼ ἀδοξίαν αὐτῷ φέρει , εἰς ταύτας τὰς προφάσεις καταφεύγων , κἂν ἄρʼ εἴπητέ τι καὶ προαχθῆθʼ ὑμεῖς ἐπαγγείλασθαι , ἀναχώρησιν ἑαυτῷ καταλείπων .
ταῦτα τοίνυν καὶ πόλλʼ ἕτερʼ ἐνῆν παραχρῆμα τότʼ εὐθὺς ἐξελέγχειν καὶ διδάσκειν ὑμᾶς καὶ μὴ προέσθαι τὰ πράγματʼ ἐᾶν , εἰ μὴ Θεσπιαὶ καὶ Πλαταιαὶ καὶ τὸ Θηβαίους αὐτίκα δὴ μάλα δώσειν δίκην ἀφείλετο τὴν ἀλήθειαν . καίτοι ταῦτα , εἰ μὲν ἀκοῦσαι μὲν ἔδει φενακισθῆναι δὲ τὴν πόλιν , ὀρθῶς ἐλέγετο , εἰ δὲ πραχθῆναι τῷ ὄντι , σιωπᾶσθαι συνέφερεν . εἰ μὲν γὰρ ἐνταῦθʼ ἦν ἤδη τὰ πράγμαθʼ ὥστε μηδʼ αἰσθομένοις τοῖς Θηβαίοις πλέον εἶναι μηδέν , τί οὐ γέγονεν ; εἰ δὲ παρὰ τὸ προαισθέσθαι κεκώλυται , τίς ὁ ἐκλαλήσας ; οὐχ οὗτος ;
Ἐξ Ἐπιστολῆς
19.41
19.42
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 19.39 | Dem. 19.42 (English) | >>Dem. 19.44 |